Ὁμήρου Ὀδύσσεια Ραψωδία θ΄ Ὀδυσσέως σύστασις πρὸς Φαιάκας.

 

Μετάφραση Ἀργύρη Ἐφταλιώτη

 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
ἂν δ᾽ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
τοῖσιν δ᾽ ἡγεμόνευ᾽ ἱερὸν μένος Ἀλκινόοιο
     Ἔφεξ' ἡ ροδοδάχτυλη τῆς νύχτας κόρη Αὐγούλα,
κι ὁ Ἀλκίνος ὁ τρανόψυχος σηκώθη ἀπὸ τὸν ὕπνο·
σηκώθη κι ὁ διογέννητος, ὁ κουρσευτὴς Δυσσέας·
κι ὁ Ἀλκίνος ὁ τρανόψυχος τὸν πῆρε στῶ Φαιάκων
5Φαιήκων ἀγορήνδ᾽, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
πλησίον. ἡ δ᾽ ἀνὰ ἄστυ μετᾐχετο Παλλὰς Ἀθήνη
εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
τὴν ἀγορά, ποὺ βρίσκονταν παράδιπλα τῶν πλοίων.
Ἦρθαν καὶ κάθισαν ἐκεῖ στὰ σκαλιστὰ λιθάρια
ἀντάμα οἱ δυό· κι ἡ Ἀθηνᾶ τριγύριζε στὴ χώρα,
μοιασμένη μὲ τὸν κήρυκα τοῦ γνωστικοῦ τοῦ Ἀλκίνου,
κι ἀπὸ ἄντρα σὲ ἄντρα πήγαινε, καὶ καθενοῦ λαλοῦσε,
10καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·τοῦ Ὀδυσσέα τὸ γυρισμὸ στὸ νοῦ της μελετώντας·
 "δεῦτ᾽ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος."
     “Ὀμπρὸς, ἀμέτε, ὦ ἀρχηγοὶ καὶ προεστοὶ τῶ Φαιάκων,
στὴν ἀγορά, ν' ἀκούσετε τὸν ξένο ποὺ ὅτι ἦρθε
στὸν πύργο του περίξυπνου τοῦ Ἀλκίνου, ἀπὸ πελάγη
ριγμένος· σὰν ἀθάνατος τ' ἀνάστημά του μοιάζει.
15ὣς εἰποῦσ᾽ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
καρπαλίμως δ᾽ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
ἀγρομένων· πολλοὶ δ᾽ ἄρ᾽ ἐθηήσαντο ἰδόντες
υἱὸν Λαέρταο δαΐφρονα· τῷ δ᾽ ἄρ᾽ Ἀθήνη
θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
     Αὐτὰ εἶπε, καθενὸς καρδιὰ καὶ νοῦ παρακινώντας.
Κι εὐτὺς γεμίζει ἡ ἀγορὰ καὶ τὰ θρονιὰ ἀπὸ κόσμο·
καὶ θάμαζαν πολλοὶ τὸ γιὸ τηρώντας τοῦ Λαέρτη,
τὸν Ὀδυσσέα τὸ γνωστικό, ποὺ ἡ Ἀθηνᾶ μὲ χάρη
θεόσταλτη περέχα του τὴν κεφαλή, τοὺς ὤμους,
20καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
δεινός τ᾽ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντ᾽ Ὀδυσῆος.
αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,
καὶ μέγας κι ἁψηλόκορμος τὸν ἔκανε νὰ δείχνη,
ὥστε σ' ὅλους τοὺς Φαίακες νὰ γίνη ἀγαπημένος,
καὶ φοβερὸς καὶ σεβαστός, καὶ στοὺς πολλοὺς ἀγῶνες
ἄξιος νὰ βγῆ, ποὺ οἱ Φαίακες τοῦ στῆσανε κατόπι.
Καὶ σὰ μαζώχτηκαν ἐκεῖ καὶ κάθισαν ἀντάμα,
25τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·ὁ Ἀλκίνος τότε ὁ γνωστικὸς ξαγόρεψέ τους κι εἶπε·
 "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
ξεῖνος ὅδ᾽, οὐκ οἶδ᾽ ὅς τις, ἀλώμενος ἵκετ᾽ ἐμὸν δῶ,
ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
     “Ἀκοῦστε με, ἐσεῖς ἀρχηγοὶ καὶ πρῶτοι τῶ Φαιάκων,
τὰ ὅσα μέσα μου ἀγρικῶ νὰ σᾶς τὰ φανερώσω.
Μοῦ ἦρθε ὁ ἀγνώριστος αὐτὸς καὶ πλανεμένος ξένος,
ἂν ἀπὸ δύση φάνηκε γιά ἀνατολὴ δὲν ξέρω,
30πομπὴν δ᾽ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
ἡμεῖς δ᾽, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κ᾽ ἐμὰ δώμαθ᾽ ἵκηται,
ἐνθάδ᾽ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
ἀλλ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
καὶ μᾶς ζητάει προβόδωση ποὺ βέβαιο νά 'χη τέλος.
Κι ἐμεῖς ἂς τόνε στείλουμε σὰν τόσους ἄλλους πρὶν του,
γιατὶ κανένας ποὺ ἔρχεται στοὺς πύργους μου δὲ μνήσκει
πολὺν καιρὸ ἀπροβόδωτος καὶ παραπονεμένος.
Μόν' πᾶμε, καὶ στὴ θάλασσα ἂς τραβήξουμε καράβι
35πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
δησάμενοι δ᾽ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
ἔκβητ᾽· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
ἡμέτερόνδ᾽ ἐλθόντες· ἐγὼ δ᾽ ἐὺ πᾶσι παρέξω.
καλὸ καὶ πρωτοτάξιδο, κι ἂς διαλεχτοῦν λεβέντες
ἀπ' τὸ λαὸ πενηνταδυό, ποὺ νά 'ναι οἱ πρῶτοι ἀπ' ὅλους.
Σὰν καλοδέστε τὰ κουπιὰ στοὺς πάγκους ξαναβγῆτε,
κι ἐλᾶτε στὰ παλάτια μου νὰ βρῆτε φαγοπότι,
ποὺ ἐγὼ θὰ τό 'χω γιὰ ὅλους σας μὲ βιάση ἑτοιμασμένο.
40κούροισιν μὲν ταῦτ᾽ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
ἔρχεσθ᾽, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
Αὐτὰ στοὺς νέους λεβέντηδες προστάζω· οἰ ἄλλοι πάλε,
οἱ βασιλέοι, στὰ ὄμορφα παλάτια μου νὰ ἐρθῆτε,
τὸν ξένο νὰ φιλέψουμε· μὴν πῆ κανένας ὄχι·
καὶ τὸ λαμπρὸ τραγουδιστὴ Δημόδοκο καλέστε,
ποὺ τοῦ 'χει δὰ χαρίσει ὁ θεὸς τοῦ τραγουδιοῦ τὸ δῶρο,
45τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν."νὰ μᾶς γλεντάη μ' ὅσα γλυκὰ τραγούδια βγάζει ὁ νοῦς του.”
 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ᾽ ἅμ᾽ ἕποντο
σκηπτοῦχοι· κῆρυξ δὲ μετᾐχετο θεῖον ἀοιδόν.
κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
βήτην, ὡς ἐκέλευσ᾽, ἐπὶ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο.
     Αὐτὰ εἶπε, καὶ σηκώθηκε, κι οἱ βασιλέοι κατόπι·
καὶ πῆγε τὸν τραγουδιστὴ τὸ θεῖο ὁ κράχτης νά 'βρη,
καὶ παλληκάρια διάλεξαν πενηνταδυό, ποὺ πῆγαν,
σὰν ποὺ εἶπε, στῆς ἀτρύγητης τῆς θάλασσας τὴν ἄκρη.
50αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
ἐν δ᾽ ἱστόν τ᾽ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
ἠρτύναντο δ᾽ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
πάντα κατὰ μοῖραν, ἀνά θ᾽ ἱστία λευκὰ πέτασσαν.
Καὶ στὸ γιαλὸ σὰν κίνησαν, πρὸς τὸ γοργὸ καράβι,
τὸ τράβηξαν καὶ τό 'ριξαν στῆς θάλασσας τὰ βάθια,
καὶ τὸ κατάρτι στήσανε μὲ τὰ πανιά του ἀπάνω,
καὶ τὰ κουπιά τους στοὺς σκαρμοὺς μὲ τὰ λουριὰ τροπῶσαν,
ὅλα σωστά· τὰ ὁλόασπρα πανιὰ κατόπι ἀνοῖξαν,
55ὑψοῦ δ᾽ ἐν νοτίῳ τήν γ᾽ ὥρμισαν· αὐτὰρ ἔπειτα
βάν ῥ᾽ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
πλῆντο δ᾽ ἄρ᾽ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
ἀγρομένων· πολλοὶ δ᾽ ἄρ᾽ ἔσαν, νέοι ἠδὲ παλαιοί.
τοῖσιν δ᾽ Ἀλκίνοος δυοκαίδεκα μῆλ᾽ ἱέρευσεν,
κι ἀράξαν τὸ πλεούμενο πρὸς τὸ γιαλό· καὶ τότες
κινήσανε στ' ἀρχοντικὸ τοῦ γνωστικοῦ τοῦ Ἀλκίνου.
Γέμισαν ὅλες οἰ αἴθουσες, οἱ αὐλὲς καὶ τὰ χαγιάτια
ἀπὸ ἄντρες ποὺ μαζώχτηκαν, γέροι καὶ νιοὶ περίσσοι.
Δώδεκ' ἀρνιὰ τοὺς ἔσφαξε ὁ Ἀλκίνος, ὀχτὼ χοίρους
60ὀκτὼ δ᾽ ἀργιόδοντας ὕας, δύο δ᾽ εἰλίποδας βοῦς·
τοὺς δέρον ἀμφί θ᾽ ἕπον, τετύκοντό τε δαῖτ᾽ ἐρατεινήν.
ἀσπρόδοντους καὶ βόδια δυὸ λοξόποδα τοὺς κόβει,
ποὺ τά 'γδαραν καὶ τά 'σφαξαν καὶ στρώσανε τραπέζια.
 κῆρυξ δ᾽ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
τὸν πέρι μοῦσ᾽ ἐφίλησε, δίδου δ᾽ ἀγαθόν τε κακόν τε·
ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ᾽ ἡδεῖαν ἀοιδήν.
     Φέρνει κι ὁ κράχτης τὸν καλὸ τραγουδιστή μαζί του,
ποὺ ἡ Μοῦσα τὸν ἀγάπησε, καὶ τοῦ 'δωσε σμιγμένο
καλὸ μαζὶ μὲ τὸ κακό. Τὸ φῶς του αὐτὴ τοῦ πῆρε,
65τῷ δ᾽ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·
κὰδ δ᾽ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
κῆρυξ· πὰρ δ᾽ ἐτίθει κάνεον καλήν τε τράπεζαν,
μὰ τοῦ 'φερε γλυκειὰ φωνή. Θρονὶ ἀργυροδεμένο
στοὺς καλεστοὺς ἀνάμεσα τοῦ στήνει ὁ κράχτης, δίπλα
στύλου ἁψηλοῦ, καὶ σὲ καρφὶ τὴ λύρα του κρεμώντας
ποπάνωθέ του, τοῦ 'δειξε πρὸς ποῦ ν' ἁπλοχερίση.
Καὶ τοῦ 'βαλε τραπέζι ὀμπρὸς μ' ἀπάνω του πανέρι,
70πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
μοῦσ᾽ ἄρ᾽ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
οἴμης τῆς τότ᾽ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
καὶ τάσι μὲ καλὸ κρασί, νὰ πιῆ σὰν τοῦ δοκήση.
Τὰ χέρια τότε ὅλοι ἅπλωναν στὰ καλοφάγια ὀμπρός τους.
Κι ἀπὸ πιοτὸ κι ἀπὸ φαῒ σὰ φράνθηκε ἡ καρδιά τους,
τὸν ψάλτη ἡ Μοῦσα κίνησε νὰ ψάλη ἀντρῶνε δόξες,
ἀπὸ τραγούδι ποὺ ἔφτανε ἡ φήμη του στὰ οὐράνια,
75νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δ᾽ ἀνδρῶν Ἀγαμέμνων
χαῖρε νόῳ, ὅ τ᾽ ἄριστοι Ἀχαιῶν δηριόωντο.
ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
τοῦ Ὀδυσσέα τὸ μάλωμα καὶ τοῦ Ἀχιλλέα, σὰν πιάσαν
μεγάλο λογομαχητὸ πὰς σὲ ἱερὴ θυσία
καὶ μέσα του ὁ Ἀγαμέμνονας χαιρότανε ὁ μεγάλος
ποὺ λογοφέρνανε μαζὶ τῶν Ἀχαιῶν οἱ πρῶτοι.
Τὶ τέτοια τοῦ προφήτευε ὁ Ἀπόλλωνας ὁ Φοῖβος,
80Πυθοῖ ἐν ἠγαθέῃ, ὅθ᾽ ὑπέρβη λάινον οὐδὸν
χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
τὸ πέτρινο σὰν πέρασε κατώφλι τῆς Πυθώνας,
νὰ μάθη τὰ μελλούμενα· κι ἀρχίσανε οἱ φουρτοῦνες
Τρωαδιτῶν καὶ Δαναῶν, κατὰ τοῦ Δία τὸ θέλει.
 ταῦτ᾽ ἄρ᾽ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
     Αὐτὰ τραγούδαε ὁ ξακουστὸς ὁ ψάλτης· κι ὁ Ὀδυσσέας
τὸ πορφυρένιο φόρεμα μὲ τὰ δυὸ χέρια σέρνει
85κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
αἴδετο γὰρ Φαίηκας ὑπ᾽ ὀφρύσι δάκρυα λείβων.
ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
στὴν κεφαλή, καὶ τ' ὥριο του τὸ πρόσωπο σκεπάζει·
τὶ ντράπηκε τὰ δάκρυα οἱ Φαίακες νὰ τοῦ βλέπουν.
Κι ὅταν ὁ ψάλτης ὁ θεϊκὸς σταμάταγε, ὁ Δυσσέας
τὰ δάκρυα του σφουγγίζοντας ξεσκέπαζε τὴν ὄψη,
κι ἀπὸ διπλόχερο ἔσταζε καυκὶ στοὺς Ὀλυμπήσους.
90αὐτὰρ ὅτ᾽ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντ᾽ ἐπέεσσιν,
ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
ἔνθ᾽ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ᾽ ἠδ᾽ ἐνόησεν
Μὰ πάλε σὰν ξανάρχιζε, καὶ τὸν παρακινοῦσαν
οἱ ἀρχόντοι, ποὺ ἀγαπούσανε τοῦ τραγουδιοῦ τὴ γλύκα,
τὴν κεφαλὴ σκεπάζοντας ξαναθρηνοῦσε ἐκεῖνος.
Σ' ὅλους τοὺς ἄλλους ἄφαντα τὰ δάκρυα του κυλοῦσαν,
καὶ μόνε ὁ Ἀλκινος τά 'νιωσε καὶ τὰ εἶδε, ποὺ σιμά του
95ἥμενος ἄγχ᾽ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
καθόταν, καὶ τὸν ἄκουγε νὰ βαριαναστενάζη.
Κι εὐτὺς στοὺς Φαίακες γυρνάει τοὺς ναυτικοὺς καὶ κρένει·
 "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
φόρμιγγός θ᾽, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
     “Ἀκοῦτε, τῶ Φαιάκωνε ὦ προεστοὶ κι ἀρχόντοι·
τώρα ποὺ ἐδῶ χαρήκαμε τὸ μοιραστὸ τραπέζι,
καὶ τὴ γλυκειὰ συντρόφισσα τῶν τραπεζιῶν, τὴ λύρα,
100νῦν δ᾽ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
πάντων, ὥς χ᾽ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθ᾽ ἄλλων
πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν."
ἂς βγοῦμε γιὰ νὰ παίξουμε, καὶ σ' ὅλους, τοὺς ἀγῶνες,
ποὺ νὰ δηγέται ὁ ξένος μας στοὺς φίλους καὶ δικούς του,
σὰν πάη στὴ γῆς του, πόσο ἐμεῖς τοὺς ἄλλους ξεπερνοῦμε
στὸ πόλεμο καὶ στὴ γροθιά, στὸ πήδημα, στὰ πόδια.”
 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ᾽ ἅμ᾽ ἕποντο.     Αὐτὰ σὰν εἶπε, κίνησε, κι οἱ ἄλλοι ἀκολουθοῦσαν.
105κὰδ δ᾽ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
Δημοδόκου δ᾽ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
βὰν δ᾽ ἴμεν εἰς ἀγορήν, ἅμα δ᾽ ἕσπετο πουλὺς ὅμιλος,
Κι ὁ κράχτης ξανακρέμασε τὴ βροντερὴ τὴ λύρα,
καὶ τὸ Δημόδοκο ἔβγαλε, κρατώντας του τὸ χέρι,
ὄξω ποὺ οἱ ἄλλοι διάβαιναν, οἱ πρῶτοι τῶ Φαιάκων,
νὰ δοῦνε τ' ἀγωνίσματα καὶ νὰ τὰ σεριανίσουν.
Καὶ πήγανε στὴ ἀγορὰ μὲ πλῆθος λαὸ κατόπι·
110μυρίοι· ἂν δ᾽ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
Ἀμφίαλός θ᾽, υἱὸς Πολυνήου Τεκτονίδαο·
ἐκεῖ πολλοὶ σηκώθηκαν καὶ διαλεχτοὶ λεβέντες·
πετάχτηκαν Ἀκρόνεος, Ὠκύαλος, Ἐλατρέας·
Ναυτέας, Πρυμέας ὕστερα κι Ἀχίαλος κι Ἐρετμέας,
Ποντέας κι Ἀναβησίνεος, Θόωνας καὶ Πλωρέας
κι ὁ Ἀμφίαλος τοῦ Πολύνεου τοῦ Τεχτονίδη ὁ γόνος·
115ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
πάντων Φαιήκων μετ᾽ ἀμύμονα Λαοδάμαντα.
ἂν δ᾽ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
Λαοδάμας θ᾽ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
σηκώθηκε κι ὁ Εὐρύαλος σὰν ἀντροφόνος Ἄρης,
κι ὁ Ναυβολίδης στὸ κορμὶ καὶ στὴ μορφιὰ περνώντας
ὅλους τοὺς Φαίακες, ἐξὸν τὸν ὥριο Λαοδάμα.
Σηκώθηκαν κι οἱ τρεῖς οἱ γιοὶ τοῦ παινεμένου Ἀλκίνου,
ὁ ἰσόθεος Κλυτόνεος, ὁ Ἅλιος κι ὁ Λαοδάμας.
120οἱ δ᾽ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
τοῖσι δ᾽ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δ᾽ ἅμα πάντες
καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
τῶν δὲ θέειν ὄχ᾽ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
ὅσσον τ᾽ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
Καὶ πρῶτα βουληθήκανε στὸ τρέξιμο νὰ βγοῦνε.
Ἀπὸ τὴ στήλη χούμηξαν ὅλοι μαζὶ μὲ φούρια,
καὶ σκόνη σήκωναν καθὼς πετούσανε στὸ σιάδι.
Κι ὁ ἄξιος ὁ Κλυτόνεος στὸ τρέξιμο ἦρθε πρῶτος·
κι ὅσο μουλάρια ὀργώνουνε σ' ἄσπαρτους τόπους μάκρος,
125τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθ᾽, οἱ δ᾽ ἐλίποντο.
οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
τῇ δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
ἅλματι δ᾽ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
δίσκῳ δ᾽ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
τόσο στὸ πλῆθος ζύγωσε, κι ἐκείνους πίσω ἀφῆκε.
Κατόπι παραβγήκανε καὶ στὴ βαρειὰ παλαίστρα,
καὶ πρῶτος φάνη ὁ Εὐρύαλος ἀπ' ὅλους τοὺς λεβέντες.
Στὸ πήδημα ὁ Ἀμφίαλος ξεπέρασε τοὺς ἄλλους,
στὴν πέτρα ἀπ' ὅλους κρίθηκε παράξιος ὁ Ἐλατρέας,
130πὺξ δ᾽ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρέν᾽ ἀέθλοις,
τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
κι ὁ Λαοδάμας, ὁ καλὸς τοῦ Ἀλκίνου ὁ γιός, στὸ γρόθο·
καὶ σάνε καλογλέντησαν μὲ τοὺς ἀγῶνες ὅλοι,
τοῦ Ἀλκίνου ὁ γιὸς τὰ λόγια αὐτὰ τοὺς εἶπε, ὁ Λαοδάμας·
 "δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τιν᾽ ἄεθλον
οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
     “Ἀδέρφια, ἂς τὸν ρωτήξουμε τὸν ξένο ἐδῶ ἂν κατέχη
κανένα ἀγώνα, τὶ κακὸ κορμὶ θαρρῶ δὲν ἔχει·
135μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη."
τὰ χέρια, οἱ ἄντζες, τὰ μεριά, κι ὁ σβέρκος ὁ γερός του
δείχνουν περίσσια δύναμη· μηδὲ του λείπει ἡ νιότη,
μόνε ποὺ πάθια ἀρίθμητα τὸν ἔχουν τσακισμένο.
Τὶ σὰν τὴν πικροθάλασσα κακὸ δὲν ἔχει κι ἄλλο
νὰ καταλῆ τὸν ἄνθρωπο, κι ἂς εἶναι σιδερένιος.”
140τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
"Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον."
     Καὶ τότ' ὁ Εὐρύαλος γυρνᾶ κι αὐτὰ τοῦ ἀπολογιέται·
“Λαοδάμα, αὐτὸ πολὺ σωστὰ μᾶς τό 'πες. Ἄμε τώρα,
κι ὁ ἴδιος σου μιλώντας του σὲ ἀγώνα κάλεσέ τον.”
 αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσ᾽ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
στῆ ῥ᾽ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
     Αὐτὸ σὰν ἄκουσε ὁ καλὸς ὁ γιόκας τοῦ Ἀλκίνου,
στὴ μέση πῆγε στάθηκε, καὶ μίλαε τοῦ Δυσσέα·
145"δεῦρ᾽ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
εἴ τινά που δεδάηκας· ἔοικε δέ σ᾽ ἴδμεν ἀέθλους·
οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κ᾽ ἔῃσιν,
ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
ἀλλ᾽ ἄγε πείρησαι, σκέδασον δ᾽ ἀπὸ κήδεα θυμοῦ.
     “Ἔλα, πατέρα ξενικέ, νὰ βγῆς κι ἐσὺ σὲ ἀγώνα,
ἂν ξέρης, καὶ μοῦ φαίνεσαι πὼς ξέρεις ἀπὸ ἀγῶνες·
τὶ δόξα μεγαλύτερη στὴ ζωὴ δὲν ἔχει ὁ ἄντρας,
ἀπ' ὅση τὰ ἔργα τῶ χεριῶν καὶ τῶν ποδιῶν τοῦ φέρνουν.
Ἔλα, ἀγωνίσου, σκόρπισε τὶς ἔννοιες ἀπ' τὸ νου σου,
150σοὶ δ᾽ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι."
τὶ δὲ θ' ἀργήση ἐσένα πιὰ πολὺ τὸ γυρισμά σου·
καὶ τὸ καράβι σου ἕτοιμο, κι οἱ διαλεχτοὶ συντρόφοι.”
 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
"Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
     Τότε γυρνᾶ ὁ πολύβουλος Δυσσέας κι ἀπολογιέται·
“Τί μὲ πειράζετε μ' αὐτὰ ποὺ λέτε, ὦ Λαοδάμα;
Ἔννοιες περίσσιες ἔχω ἐγὼ στὸ νοῦ μου, κι ὄχι ἀγῶνες,
155ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
νῦν δὲ μεθ᾽ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον."
ποὺ πάμπολλα εἶδα κι ἔπαθα, κι έδῶ στὴ σύναξή σας
ποὺ ἔφτασα τώρα κάθουμαι, τὸ βασιλιά σας κι ὅλους
παρακαλώντας γυρισμὸ πατρίδας νὰ μοῦ δώσουν.”
 τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τ᾽ ἄντην·
"οὐ γάρ σ᾽ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
     Καὶ τότες τὸν ἀντίσκοψε ὁ Εὐρύαλος καὶ τοῦ εἶπε·
“Πολύξερος ἀλήθεια ἐσὺ δὲ μοῦ σφαντᾶς, ὦ ξένε,
160ἄθλων, οἷά τε πολλὰ μετ᾽ ἀνθρώποισι πέλονται,
ἀλλὰ τῷ, ὅς θ᾽ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
κερδέων θ᾽ ἁρπαλέων· οὐδ᾽ ἀθλητῆρι ἔοικας."
στὰ τόσα τ' ἀγωνίσματα ποὺ συνηθίζει ὁ κόσμος.
Μόνε σὰν κάποιος φαίνεσαι ποὺ μὲ καράβι βγαίνει,
κι ὁρίζει ναῦτες ποὺ καλοὶ περνοῦν πραματευτάδες,
κι ὁ νοῦς του πάντα στὸ φορτιό, τὸ μάτι στὴν πραμάτεια,
κέρδη ζητώντας ἁρπαχτά· ὄχι, ἀθλητὴς δὲ μοιάζεις.”
165τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
"ξεῖν᾽, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
ἀνδράσιν, οὔτε φυὴν οὔτ᾽ ἂρ φρένας οὔτ᾽ ἀγορητύν.
ἄλλος μὲν γάρ τ᾽ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
     Τότες λοξὰ κοιτώντας τον τοῦ κάνει ὁ Ὀδυσσέας·
“Ἄσκημα τά 'πες, φίλε, αὐτά, καὶ φαφλατὰς μοῦ μοιάζεις.
Σ' ὅλους τοὺς ἄντρες οἱ θεοὶ κάθε καλὸ δὲ δίνουν,
οὔτε ὄψη κι οὔτε καύκαλα, κι οὔτε μιλιὰ καὶ γλῶσσα.
Μόνε ἄλλος ἄντρας στὴ μορφιὰ ἀδικήθηκε, κι ὡς τόσο
170ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τ᾽ ἐς αὐτὸν
τερπόμενοι λεύσσουσιν· ὁ δ᾽ ἀσφαλέως ἀγορεύει
αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
ἐρχόμενον δ᾽ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
ἄλλος δ᾽ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
ὁ θεὸς μὲ λόγια τὴ μορφὴ στολίζει τέτοιου ἀνθρώπου,
καὶ τὸν θωροῦν καὶ χαίρουνται ποὺ εὐκολοσυντυχαίνει
γλυκὰ καὶ συσταζούμενα, καὶ λάμπει μὲς στοὺς ἄλλους,
καὶ τὸν τηρᾶνε σὰ θεὸ ἀπ' τὴ χώρα σὰ διαβαίνη.
Κι ἀλλονοῦ πάλε τὸ κορμὶ μὲ ἀθάνατου λὲς μοιάζει,
175ἀλλ᾽ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
οὐδὲ θεὸς τεύξειε, νόον δ᾽ ἀποφώλιός ἐσσι.
ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δ᾽ οὐ νῆις ἀέθλων,
ὅμως τὰ λόγια του αὐτουνοῦ δὲν τὰ στολίζει ἡ χάρη.
Ἔτσι κι ἐσὺ λαμπρὸ κορμὶ μᾶς δείχνεις, ποὺ δὲν μπόρειε
θεὸς νὰ πλάση ἀνώτερο, κι ὅμως ὁ νοῦς σου κλούβιος.
Μοῦ τάραξες τὰ μέσα μου μὲ τ' ἄπρεπά σου λόγια,
τὶ ἐγὼ δὲν εἶμαι ἀνήξερος ἀπὸ καλοὺς ἀγῶνες,
180ὡς σύ γε μυθεῖαι, ἀλλ᾽ ἐν πρώτοισιν ὀίω
ἔμμεναι, ὄφρ᾽ ἥβῃ τε πεποίθεα χερσί τ᾽ ἐμῇσι.
νῦν δ᾽ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομ᾽ ἀέθλων·
σὰν ποὺ μᾶς εἶπες τώρα δά, μόν' ἤμουν ἀπ' τοὺς πρώτους,
στὴ νιότη καὶ στὰ χέρια μου σὰν εἶχα μπιστοσύνη.
Τώρα ὅμως πόνοι μὲ κρατοῦν σκληροί, γιατὶ ἔχω πάθει
μύρια δεινὰ στὶς θάλασσες καὶ στοὺς φριχτοὺς πολέμους.
Μὰ πάλε, ὅσα κι ἂν ἔπαθα, θὰ μπῶ μὲς στὸν ἀγώνα,
185θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών."τὶ ὁ λόγος σου ὁ πειραχτικὸς μοῦ κέντησε τὰ σπλάχνα.”
 ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
     Εἶπε, χωρὶς νὰ γυμνωθῆ πετιέται, ἁρπάει λιθάρι
τρανό, χοντρό, βαρύτερο πολὺ ἀπὸ τὰ λιθάρια
ποὺ ρίχτανε σὰν παίζανε οἱ Φαίακες συνατοί τους.
Τὸ στρίβει, καὶ τὸ σφεντονάει μὲ τὴ βαρειά του χέρα.
190βόμβησεν δὲ λίθος· κατὰ δ᾽ ἔπτηξαν ποτὶ γαίῃ
Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
λᾶος ὑπὸ ῥιπῆς· ὁ δ᾽ ὑπέρπτατο σήματα πάντων
ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματ᾽ Ἀθήνη
ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
Βούϊξ' αὐτό, κι οἱ Φαίακες στὴ γῆς ἀπ' τὴν ὁρμή του
σκύψανε, οἱ μακρόλαμνοι καὶ θαλασσακουσμένοι·
Πέταξ', ἡ πέτρα ἀπάνωθε ἀπ' τῶν ἄλλων τὰ σημάδια,
γοργογυρνώντας· ἡ Ἀθηνᾶ σημάδεψε τὴν ἄκρη,
μὲ ἄντρα στὴν ὄψη μοιάζοντας, καὶ φώναξέ τον κι εἶπε·
195"καί κ᾽ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γ᾽ ἄεθλον·
οὔ τις Φαιήκων τόδε γ᾽ ἵξεται, οὐδ᾽ ὑπερήσει."
     “Τέτοιο σημάδι καὶ τυφλὸς ψάχνοντας θά 'βρη, ὦ ξένε·
μὲ τ' ἄλλα αὐτὸ δὲ σμίχτηκε, μόν' εἶναι πρῶτο πρῶτο,
καὶ μὴ φοβᾶσαι· Φαίακας κανένας δὲν τὸ φτάνει.”
 "ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,     Ἔτσ' εἶπε· καὶ ὁ πολύπαθος τὸ χάρηκε Ὀδυσσέας,
200χαὶρων, οὕνεχ᾽ ἑταῖρον ἐνηέα λεῦσσ᾽ ἐν ἀγῶνι.
καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
ποὺ βρῆκε μὲς στὴ σύναξη καλόβουλο ἕνα φίλο,
καὶ μ' ἀλαφρότερη καρδιὰ τότε εἶπε τῶ Φαιάκων·
 "τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δ᾽ ὕστερον ἄλλον
ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
τῶν δ᾽ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
     “Φτάστε με τώρα αὐτοῦ, παιδιά, κι ὕστερα ρίχτω κι ἄλλο
σὲ τόσο μάκρος ἀπ' ἐδῶ, ἢ καὶ ,παρέκει ἀκόμα.
Κι ἀπὸ τοὺς ἄλλους ὅποιονα βαστάει τώρα ἡ καρδιά του,
205δεῦρ᾽ ἄγε πειρηθήτω, ἐπεί μ᾽ ἐχολώσατε λίην,
ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
πάντων Φαιήκων, πλήν γ᾽ αὐτοῦ Λαοδάμαντος.
ξεῖνος γάρ μοι ὅδ᾽ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
ἂς βγῆ μαζί μου, τὶ ἡ χολὴ μοῦ ἀνέβηκε στ' ἀλήθεια,
σὲ γρόθο, ἢ καὶ στὸ πάλαιμα, στὸ τρέξιμο, ὅ,τι θέλει·
ὅλοι ἂς ἐρθοῦν οἱ Φαίακες μὰ ὄχι ὁ Λαοδάμας,
τὶ αὐτὸς μὲ φιλοξένησε· μὲ φίλο ποιός τὰ βαζει;
Κλούβιος ἀλήθεια ὁ ἄνθρωπος καὶ τιποτένιος εἶναι
210ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δ᾽ αὐτοῦ πάντα κολούει.
τῶν δ᾽ ἄλλων οὔ πέρ τιν᾽ ἀναίνομαι οὐδ᾽ ἀθερίζω,
ἀλλ᾽ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
πάντα γὰρ οὐ κακός εἰμι, μετ᾽ ἀνδράσιν ὅσσοι ἄεθλοι·
ποὺ μ' ἕναν ποὺ τὸν φίλεψε παλέματα γυρεύει
σὲ ξένον τόπο, καὶ ζαβὰ τοῦ βγαίνουν ὅλα ἐτούτου.
Τοὺς ἄλλους δὲν ἀρνιοῦμαι τους μηδ' ἀψηφῶ κανέναν,
μόν' νὰ τοὺς μάθω λαχταρῶ καὶ νὰ τοὺς δοκιμάσω.
Μὲ ἀνθρώπους ποὺ ἀγωνίζουνται κακὸς ἐγὼ δὲν εἶμαι.
215εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
πρῶτός κ᾽ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
Ξέρω νὰ πιάνω τεχνικὰ καλόφτιαστο δοξάρι,
καὶ πρῶτος ρίχνοντας χτυπῶ μέσα σ' ὀχτρῶν ἀσκέρι
ὅποιον ματιάσω, δίπλα μου κι ἂς στέκουνται ὅσοι θένε
συντρόφοι, καταπάνω τους σαΐτες νὰ τραβᾶνε.
Ὁ Φιλοχτήτης μοναχὰ μὲ πέρναε στὸ δοξάρι,
220δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθ᾽ Ἀχαιοί.
τῶν δ᾽ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
οὔθ᾽ Ἡρακλῆι οὔτ᾽ Εὐρύτῳ Οιχαλιῆι,
σὰν παραβγαίναμ' οἱ Ἀχαιοὶ στὴ χώρα τῆς Τρωάδας.
Κι ἀπὸ τοὺς ἄλλους λέω ἐγὼ ἀνώτερος πὼς εἶμαι,
ὅσοι στὸν κόσμο ζοῦν θνητοὶ σιταροφάγοι τώρα.
Ὅμως δὲν ἤθελα νὰ βγῶ μὲ τοὺς παλιοὺς ἐκείνους,
τὸν Ἡρακλῆ ἢ τὸν Εὔρυτο, τῆς Οίχαλίας τὸ ρήγα,
225οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
τῷ ῥα καὶ αἶψ᾽ ἔθανεν μέγας Εὔρυτος, οὐδ᾽ ἐπὶ γῆρας
ἵκετ᾽ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
δουρὶ δ᾽ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
ποὺ δύνονταν καὶ μὲ θεούς νὰ βγοῦνε στὸ δοξάρι.
Γι' αὐτὸ νωρὶς ἀπέθανε κι ὁ Εὔρυτος ὁ μέγας,
καὶ γερατειὰ δὲν ἔφτασε· ὁ Ἀπόλλωνας τοῦ ὀργίστη,
καὶ τόνε σκότωσε, ποὺ αὐτὸς στὴ σαΐτα τὸν καλοῦσε.
Καὶ ρίχνω τὸ κοντάρι ἐγὼ ὅσο ἄλλος μηδὲ σαΐτα.
230οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται."
Μόνε στὰ πόδια Φαίακας θὰ μὲ ξεπέρναγε ἴσως,
τὶ μ' ἔχουν ἄσκημα πολὺ τὰ πέλαα δαμασμένο·
περνώντας δίχως νοιάσιμο χαυνώθηκα στὰ πλοῖα.”
 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.     Μιλοῦσε αὐτά, καὶ σύχαζαν οἱ ἄλλοι σωπασμένοι.
235Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·Μονάχα ὁ Ἀλκίνος γύρισε καὶ λάλησέ του κι εἶπε·
 "ξεῖν᾽, ἐπεὶ οὐκ ἀχάριστα μεθ᾽ ἡμῖν ταῦτ᾽ ἀγορεύεις,
ἀλλ᾽ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
χωόμενος ὅτι σ᾽ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
     “Ἐμᾶς αὐτὰ δὲ μᾶς λυποῦν ποὺ συντυχαίνεις, ξένε·
μόνε νὰ δείξης σὲ ὅλους μας ζητᾶς τὴν λεβεντιά σου,
ἀπὸ θυμό, ποὺ αὐτὸς ἐδῶ σὲ πρόσβαλε ὀμπροστά μας,
ποὺ ἄλλοτες νὰ μὴν μπορῆ θνητὸς νὰ ψεγαδιάση
240ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
ἀλλ᾽ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
δαινύῃ παρὰ σῇ τ᾽ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
τὴ λεβεντιά σου, ἂν ἔχη νοῦ σωστα νὰ συλλογιέται.
Ἄκου με τώρα τί θὰ πῶ, γιὰ νὰ τὰ λὲς καὶ σ' ἄλλους
ἡρώους στὰ παλάτια σου σὰν εἶστε σὲ τραπέζι
μὲ σύγκοιτη καὶ μὲ παιδιὰ τριγύρω, καὶ θυμᾶσαι
τὴ λεβεντιά μας, κι ὅσα ἐμᾶς ἔχει ὁρισμένα ὁ Δίας
245Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
αἰεὶ δ᾽ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
εἵματά τ᾽ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
ἔργα νὰ κάνουμε ἀπ' ἀρχῆς, ἀπ' τὰ προγονικά μας.
Ἐμεῖς καλοὶ ἂ δὲν εἴμαστε στὸ γρόθο ἢ στὴν παλαίστρα,
στὸ τρέξιμο ὅμως πεταχτοί, καὶ στὰ καράβια πρῶτοι·
καὶ μᾶς ἀρέσουνε χοροί, κιθάρες, φαγοπότια,
ἀπανωτὲς ρουχαλλεξιές, ζεστὰ λουτρά, κλινάρια.
250ἀλλ᾽ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
παίσατε, ὥς χ᾽ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθ᾽ ἄλλων
ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
Καὶ τώρα ἐλᾶτε, οἱ Φαίακες οἱ πιὸ ἄξιοι χορευτάδες,
χορέψτε, ὁ ξένος γιὰ νὰ λέη στοὺς φίλους καὶ δικούς του,
πίσω σὰν πάη, ὡς πόσο ἐμεῖς τοὺς ἄλλους ξεπερνᾶμε
στ' ἀρμένισμα καὶ στὸ χορό, στὰ πόδια, στὸ τραγούδι.
Κι ἀμέσως τὴ γλυκόχορδη τὴ λύρα ἂς τρέξη κάποιος
255οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν."νὰ φέρη τοῦ Δημόδοκου, 'πομέσα ἀπ' τὸ παλάτι.”
 ὣς ἔφατ᾽ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
δήμιοι, οἳ κατ᾽ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
     Ἔτσι μιλάει ὁ θεόμοιαστος ὁ Ἀλκίνος, καὶ πετιέται
ὁ κήρυκας τὴ βαθουλὴ τὴ λύρα ἐκεῖ νὰ φέρη.
Κατόπι ἐννιὰ σηκώθηκαν κριτάδες διαλεγμένοι
ἀπ' τὸ λαὸ νὰ κυβερνοῦν μὲ τάξη τοὺς ἀγῶνες·
260λείηναν δὲ χορόν, καλὸν δ᾽ εὔρυναν ἀγῶνα.
κῆρυξ δ᾽ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
Δημοδόκῳ· ὁ δ᾽ ἔπειτα κί᾽ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
τὸ χοροστάσι ἰσιώσανε, κι ἀνοίξανε τὸ γῦρο,
Φέρνει τοῦ ψάλτη ὁ κήρυκας τὴ βροντερὴ τὴ λύρα,
καὶ πῆγε αὐτὸς καταμεσίς, κι ὁλόγυρά του νέοι
στεκόντανε ἱδρομούστακοι, τεχνῖτες χορευτάδες,
κι ἀρχίσαν θεϊκὸ χορό· καὶ κοίταγε ὁ Ὀδυσσέας
265μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.τὰ πόδια τ' ἀστραφτόγοργα, καὶ θάμαζε ἡ ψυχή του.
 αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
ἀμφ᾽ Ἄρεος φιλότητος εὐστεφάνου τ᾽ Ἀφροδίτης,
ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
λάθρῃ, πολλὰ δ᾽ ἔδωκε, λέχος δ᾽ ᾔσχυνε καὶ εὐνὴν
     Καὶ μὲ τή λύρα του ἄρχισε γλυκὰ τραγούδια ἐκεῖνος,
τῆς Ἀφροδίτης τῆς λαμπρῆς καὶ τοῦ Ἄρη τὶς ἀγάπες,
κρυφὰ σὰν πρωτοσμίξανε στοῦ Ἡφαίστου τὰ παλάτια,
καὶ δῶρα ὁ Ἄρης δίνοντας ἀτίμασε τὸ στρῶμα
270Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
Ἥλιος, ὅ σφ᾽ ἐνόησε μιγαζομένους φιλότητι.
Ἥφαιστος δ᾽ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
βῆ ῥ᾽ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
ἐν δ᾽ ἔθετ᾽ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
τοῦ Ἡφαίστου· καὶ μηνύτορας ὁ Ἥλιος τοῦ ἦρθε τότες,
τὶ αὐτὸς τοὺς δυό τους μάτιασε ποὺ ἀγκαλιαστὰ φιλιόνται,
Κι ὁ Ἥφαιστος σὰν τ' ἄκουσε βαριὰ τοῦ κακοφάνη·
πηγαίνει στ' ἀργαστήρι του μὲ πονηριὰ στὸ νοῦ του,
μεγάλο ἀμόνι στύλωσε, καὶ βάρεσε καὶ κόβει
275ἀρρήκτους ἀλύτους, ὄφρ᾽ ἔμπεδον αὖθι μένοιεν.
αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
βῆ ῥ᾽ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνι᾽ ἔκειτο,
ἀμφὶ δ᾽ ἄρ᾽ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
δεσμὰ ἄσπαστα κι ἀξέλυτα, γιὰ νὰ πιαστοῦνε μέσα.
Καὶ τὰ δεσμὰ σὰν ἔφτιαξε ὀργισμένος μὲ τὸν Ἄρη,
πῆγε ἴσια ἐκεῖ ποὺ βρίσκονταν τοῦ γάμου του τὸ στρῶμα,
καὶ τά 'ριξε ὁλοτρόγυρα στοῦ κρεβατιοῦ τὰ πόδια·
ἔρριξε κι ἄλλα ἀπ' τὴ σκεπὴ ἀποπάνωθε περίσσια,
280ἠύτ᾽ ἀράχνια λεπτά, τά γ᾽ οὔ κέ τις οὐδὲ ἴδοιτο,
οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
εἴσατ᾽ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
ψιλὰ σὰν ἀραχνόκλωστες, ποὺ ὡς καὶ θεὸς δὲν μπόρειε
νὰ τὰ ξανοίξη, τεχνικὰ φτιασμένα σὰν ποὺ τά 'χε.
Καὶ σὰν τὰ καλοτύλιξε τριγύρω στὸ κλινάρι,
στῆς Λῆμνος ἔκανε πὼς πάει τὴν ὄμορφη τὴ χώρα,
ποὺ αὐτὴν ἀπ' ὅλες πιότερο τὶς χῶρες ἀγαποῦσε.
285οὐδ᾽ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
βῆ δ᾽ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
Κι ὁ Ἄρης δὲν κοίταγε ἄδικα ὁ χρυσοχαλινάρης,
μόνε εἶδε τὸν πολύτεχνο τὸν Ἥφαιστο νὰ φεύγη·
καὶ στὸ παλάτι κίνησε τοῦ δοξασμένου Ἡφαίστου,
τῆς Ἀφροδίτης τῆς λαμπρῆς τὴν ἀγκαλιὰ ποθώντας.
Κι ἐκείνη, ὅτ' ἦρθε ἀπ' τοῦ τρανοῦ γονιοῦ της τὰ παλάτια,
290ἐρχομένη κατ᾽ ἄρ᾽ ἕζεθ᾽· ὁ δ᾽ εἴσω δώματος ᾔει,
ἔν τ᾽ ἄρα οἱ φῦ χειρί, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
καθότανε· καὶ μπῆκε αὐτός, χερόπιασέ την, κι εἶπε·
 "δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
οὐ γὰρ ἔθ᾽ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους."
     “Ἔλα, ἀκριβή, νὰ πέσουμε νὰ γλυκοκοιμηθοῦμε,
τὶ ὁ Ἥφαιστος δὲν εἶν' ἐδῶ, παρὰ φτασμένος θά 'ναι
στὴ Λῆμνο, ποὺ οἱ ἀγριόφωνοι οἱ Σινταῖοι λημεριάζουν.”
295ὣς φάτο, τῇ δ᾽ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
τὼ δ᾽ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
οὐδέ τι κινῆσαι μελέων ἦν οὐδ᾽ ἀναεῖραι.
καὶ τότε δὴ γίγνωσκον, ὅ τ᾽ οὐκέτι φυκτὰ πέλοντο.
     Εἶπε, κι ἐκείνης ἀρεστὸ τῆς φάνη νὰ πλαγιάσουν.
Κι ἅμα ἔπεσαν, τοὺς κράταγαν ἀπὸ παντοῦ στὸ στρῶμα
τὰ ψιλοκάμωτα δεσμὰ τοῦ ἑφτάξυπνου τοῦ Ἡφαίστου,
καὶ μήτε νὰ σαλέψουνε, καὶ μήτε νὰ σηκώσουν
μέρος κορμιοῦ δὲ δύνονταν. Καὶ τό 'νιωσαν πιὰ τότες
πὼς τρόπο νὰ ξεφύγουνε τὸ δέσιμο δὲν εἶχε.
300ἀγχίμολον δέ σφ᾽ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
βῆ δ᾽ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
ἔστη δ᾽ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
Κι ἦρθε σιμά τους ἄξαφνα ὁ θεὸς ὁ κουτσοπόδης,
ποὺ πίσω ξαναγύρισε, στὴ Λῆμνο πρὶ νὰ φτάση,
τὶ ὁ Ἥλιος παραφύλαγε, καὶ μήνυμα τοῦ πῆγε.
Κινάει πρὸς τὸ παλάτι του μὲ τὴν καρδιὰ θλιμμένη.
Στὰ πρόθυρα σὰ στάθηκε, βαρὺς καημὸς τὸν πῆρε,
305σμερδαλέον δ᾽ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·καὶ σέρνει φοβερὴ φωνή, καὶ στοὺς θεοὺς χουγιάζει·
 "Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
δεῦθ᾽, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
αἰὲν ἀτιμάζει, φιλέει δ᾽ ἀίδηλον Ἄρηα,
     “Πατέρα Δία, καὶ θεοὶ μακαριστοὶ κι αἰώνιοι,
νὰ δῆτε ἐλᾶτε, πράματα γιὰ γέλια, ν' ἀπορῆστε,
τοῦ Δία πῶς μὲ ντρόπιασε ἡ κόρη ἡ Ἀφροδίτη,
ἐμένα τὸν κουτσό, καὶ πάει μὲ τὸ φονιὰ τὸν Ἄρη,
310οὕνεχ᾽ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
ἀλλ᾽ ὄψεσθ᾽, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δ᾽ ὁρόων ἀκάχημαι.
τ' εἶν' ὥριος καὶ γερόποδος αὐτός, κι ἐγὼ σακάτης
ἀπὸ γεννήσιο μου· καὶ ποιός τὸ φταίει παρὰ οἱ γονιοί μου,
ποὺ κάλλιο νὰ μὴ μ' ἔσπερναν. Ἀμέτε τώρα, δῆτε,
ἀπάνω στὸ κρεβάτι μου πῶς κοίτουνται κι οἱ δυό τους·
λυσσάζω ἐγὼ τηρώντας τους. Δὲν τὸ πιστεύω ὡς τόσο
315οὐ μέν σφεας ἔτ᾽ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
καὶ μάλα περ φιλέοντε· τάχ᾽ οὐκ ἐθελήσετον ἄμφω
εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
νὰ τὸ γυρέψουν ἄλλοτες παρόμοιο γλέντι ἐκεῖνοι,
κι ἂς ἀγαπιοῦνται τρυφερά, μήτε γιὰ λίγην ὥρα·
μὰ τώρα ἀπ' τὰ κρυφὰ δεσμά, τοῦ κάκου δὲν τοὺς βγάζω
πρὶν πάρω ἀπ' τὸν πατέρα της ὅλα τὰ δῶρα πίσω
ποὺ γιὰ μιὰ τέτοια ἀδιάντροπη τοῦ εἶχα παραδομένα·
320οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος."ἂν ὄμορφη εἶναι ἡ κόρη του, ὅμως μυαλὸ τῆς λείπει.”
 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
ἦλθε Ποσειδάων γαιήοχος, ἦλθ᾽ ἐριούνης
Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
     Εἶπε, καὶ στὸ χαλκόπυργο οἱ θεοὶ μαζεύουνται ὅλοι·
ἦρθ' ὁ καλόβουλος Ἑρμῆς, ὁ σείστης Ποσειδώνας,
μαζί τους κι ὁ δοξαριστὴς ὁ Ἀπόλλωνας ὁ ρήγας.
Ὅμως οἱ θεὲς ντραπήκανε, καὶ μείνανε στὰ σπίτια.
325ἔσταν δ᾽ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
ἄσβεστος δ᾽ ἄρ᾽ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
Στὰ ξώθυρα σταθήκανε οἱ θεοὶ οὶ μεγαλοδότες,
κι ἄσβηστα γέλια ἀρχίσανε οἱ ἀθάνατοι τηρώντας
τὴν τέχνη ποὺ σοφίστη ὁ νοῦς τοῦ ἑφτάξυπνου τοῦ Ἡφαίστου.
Κι ἕνας τους τότες γύρισε καὶ λέει τοῦ πλαγινοῦ του·
 "οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,     “Δὲν ἔχει ὁ δόλος προκοπή, κι ὁ σιγανὸς προφταίνει
330ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγρι᾽ ὀφέλλει."
τὸ γλήγορο· δὲς τὸν ἀργὸ τὸν Ἥφαιστο πῶς πιάνει
τὸν Ἄρη, ποὺ πιὸ σερπετὸς ἐδῶ δὲ βρίσκεται ἄλλος,
μὲ τέχνες καὶ μὲ μαριολιές, καὶ τώρα θὰ πλερώνη.”
 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
     Τέτοια λαλοῦσαν κι ἔκρεναν οἱ θεοὶ ἀναμεταξύ τους·
καὶ λέει τοῦ Ἑρμῆ ὁ Ἀπόλλωνας, τοῦ Δία ὁ γιός, ὁ ρήγας.
335"Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;"
     “Ὦ γιὲ τοῦ Δία, μηνυτὴ καὶ πλουτοδότη Ἑρμῆ μου,
σὲ τέτοια δίχτυα δυνατὰ δὲ θά 'στεργες νὰ πέσης,
ἂν εἶχες τὴν ὡριόχρυση Ἀφροδίτη στὸ πλευρό σου;”
 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα διάκτορος ἀργεϊφόντης·
"αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλ᾽ Ἄπολλον·
     Κι ὁ μηνυτὴς ὁ Ἀργοφονιὰς, ἀπολογήθη κι εἶπε·
“Δοξαριστή μου Ἀπὀλλωνα, μακάρι νὰ γινόταν.
340δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
ὑμεῖς δ᾽ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ."
Τρεῖς φορὲς τόσα ἂς μοῦ 'ριχταν δεσμὰ γύρω τριγύρω,
κι ἂς μὲ κοιτάζατε οἱ θεοὶ κι οἱ θεὲς μαζί σας ὅλες,
σώνει μὲ τὴν πανώρια ἐγὼ νὰ πλάγιαζα Ἀφροδίτη.”
 ὣς ἔφατ᾽, ἐν δὲ γέλως ὦρτ᾽ ἀθανάτοισι θεοῖσιν.
οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δ᾽ αἰεὶ
     Εἶπε, κι οἱ ἀθάνατοι θεοὶ ξεσπάσανε στὰ γέλια.
Μὰ παρακάλειε ἀγέλαστος ὁ Ποσειδώνας πάντα
345Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
τὸν τεχνοξάκουστο Ἥφαιστο τὸν Ἄρη νὰ ξελύση,
καὶ τοῦ λαλοῦσε κι ἔλεγε μὲ φτερωμένα λόγια·
 "λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
τίσειν αἴσιμα πάντα μετ᾽ ἀθανάτοισι θεοῖσιν."
     “Λῦσε τον, καὶ σοῦ τάζω ἐγώ, πὼς σὰν πού ἐσὺ γυρεύεις,
αὐτὸς μπρὸς στοὺς ἀθάνατους τὸ δίκιο θὰ πλερώση.”
 τὸν δ᾽ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·     Κι ὁ ζαβοπόδης ὁ Ἥφαιστος τοῦ ἀπάντησε καὶ τοῦ εἶπε·
350"μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
πῶς ἂν ἐγώ σε δέοιμι μετ᾽ ἀθανάτοισι θεοῖσιν,
εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;"
“Αὐτὸ μὴν τὸ γυρεύης μου, γαιοκράτη Ποσειδώνα·
κακή 'ναι ἡ τέτοια ἐγγύηση γιὰ τὸν κακὸ νὰ γίνη.
Πῶς στοὺς ἀθάνατους ὀμπρὸς θὰ σὲ κρατῶ δεμένο,
ἂν ὁ Ἄρης φύγη σὰ λυθῆ, χωρὶς νὰ μὲ πλερώση;”
 τὸν δ᾽ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·     Καὶ τότε ἔτσι τοῦ μίλησε ὁ σείστης Ποσειδώνας·
355"Ἥφαιστ᾽, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω."
“Κι ἂν τύχη ὁ Ἄρης, Ἥφαιστε, καὶ φύγη κι ἀστοχήση
τὸ χρέος, ξέρε πὼς ἐγὼ θένα 'μαι ὁ πλερωτής σου.”
 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
"οὐκ ἔστ᾽ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι."
     Κι ὁ ζαβοπόδης ὁ Ἥφαιστος ἀπολογήθη κι εἶπε·
“Στὸ λόγο σου δὲ γίνεται νὰ πῶ ὄχι, μηδὲ πρέπει.”
 ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.     Εἶπε, καὶ τὰ δεσμὰ ὁ τρανὸς ὁ Ἥφαιστος ξελύνει.
360τὼ δ᾽ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
αὐτίκ᾽ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
ἡ δ᾽ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
Κι αὐτοὶ σὰ λευτερώθηκαν ἀπ' τῶ δεσμῶν τὸ βάρος,
πετάξανε, καὶ κίνησε κατὰ τὴ Θράκη ὁ Ἄρης,
κι ἡ φιλογέλαστη θεὰ στῆς Κύπρος πῆε τὴν Πάφο,
ποὺ ἔχει ναό της καὶ βωμὸ μοσκολιβανισμένο.
Οἱ Χάρες τήνε λούσανε, μὲ λάδι τὴν ἀλεῖψαν
365ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
ἀθάνατο, ποὺ γιὰ θεῶν κορμιὰ μονάχα τό 'χουν,
καὶ μὲ σκουτιὰ τὴν ἔντυσαν, ποὺ θάμαζες νὰ βλέπης.
 ταῦτ᾽ ἄρ᾽ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
τέρπετ᾽ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
     Αὐτὰ ὁ καλὸς τραγουδιστὴς τραγούδαε· κι ὁ Δυσσέας
φραινότανε ἀγρικώντας τα· φραινόντουσαν κι οἱ ἄλλοι
οἱ Φαίακες οἱ μακρόλαμνοι κι οἱ θαλασσακουσμένοι.
370Ἀλκίνοος δ᾽ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
οἱ δ᾽ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
     Κι ο Ἀλκίνος σήκωσε τοὺς δυό, Ἅλιο καὶ Λαοδάμα,
χορὸ νὰ στήσουν μόνοι τους, τὶ δὲν τοὺς ἔφτανε ἄλλος.
Κι ἐκεῖνοι, σφαῖρα παίρνοντας στὰ χέρια πορφυρένια
καὶ λαμπερή, ποὺ ὁ Πόλυβος τὴν ἔφτιαξε ὁ τεχνίτης,
ὁ ἕνας τὴν ἔρριχτε ἁψηλὰ πρὸς τὰ ἰσκιερὰ τὰ νέφια,
375ἰδνωθεὶς ὀπίσω, ὁ δ᾽ ἀπὸ χθονὸς ὑψόσ᾽ ἀερθεὶς
ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀν᾽ ἰθὺν πειρήσαντο,
ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
ταρφέ᾽ ἀμειβομένω· κοῦροι δ᾽ ἐπελήκεον ἄλλοι
γέρνοντας πίσω· ἀπὸ τὴ γῆς πετιόταν τότε ὁ ἄλλος,
κι ἀνάερα τὴν ἅρπαζε τὸ χῶμα πρὶν ἀγγίξη.
Κι ἀφοῦ πηδώντας ἔπαιξαν ἐκεῖνοι μὲ τὴ σφαῖρα
χορὸ τότες ἀρχίσανε στὴ γὴ τὴν πολυθρόφα,
συχνὰ ξαλλάζοντας· πολλὰ τὰ χέρια κουρταλώντας,
380ἑστεῶτες κατ᾽ ἀγῶνα, πολὺς δ᾽ ὑπὸ κόμπος ὀρώρει.
δὴ τότ᾽ ἄρ᾽ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
ἀγόρια ἐκεῖ παράστεκαν, κι ἦταν ὁ ἀχὸς μεγάλος.
Τότε ὁ Ὀδυσσέας γύρισε καὶ λάλησε τοῦ Ἀλκίνου·
 "Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
ἠδ᾽ ἄρ᾽ ἑτοῖμα τέτυκτο· σέβας μ᾽ ἔχει εἰσορόωντα."
     “Ἀλκίνο, πρῶτε βασιλιὰ καὶ τῶ λαῶν καμάρι,
καὶ τὸ καυκιόσουν πὼς αὐτοὶ λαμπροί 'ναι χορευτάδες,
κι ἀληθινὰ τὸ δείξανε· τοὺς βλέπω καὶ σαστίζω.”
 ὣς φάτο, γήθησεν δ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
     Αὐτὰ εἶπε, καὶ τὰ χάρηκε ὁ ἥρωας ὁ Ἀλκίνος,
καὶ στοὺς καλοὺς θαλασσινοὺς τοὺς Φαίακες τότε κρένει·
 "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
ἀλλ᾽ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
     “Ἀκοῦστε με ὅλοι, ὦ προεστοὶ κι ἀρχόντοι τῶ Φαιάκων,
ἀλήθεια γνώση περισσὴ μᾶς δείχνει αὐτὸς ὁ ξένος,
καὶ δῶρα ἂς τὸν φιλέψουμε ποὺ πρέπουνε σὲ ξένους.
390δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δ᾽ ἐγὼ αὐτός·
τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρ᾽ ἐνὶ χερσὶν
Δώδεκα ἐδῶ τὴ χώρα μας ὁρίζουν βασιλιάδες,
κι ἐγὼ ἄλλος ἕνας, δεκατρεῖς· καθένας ἂς τοῦ φέρη
καθάρια καὶ καλόπλυτη χλαμύδα μὲ χιτώνα,
κι ἀπό 'να τάλαντο σωστὸ βαριότιμο χρυσάφι·
κι ὅλ' ἂς τὰ βάλουμε μαζὶ γιὰ νὰ τὰ πάρη ὁ ξένος
395ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν."
στὰ χέρια του, καὶ μὲ χαρὰ στὸ δεῖπνο νὰ καθίση.
Ἂς ἔρθη κι ὁ Εὐρύαλος μὲ λόγια καὶ μὲ δῶρο
νὰ τὸν γλυκάνη, τὶ ἄπρεπα τοῦ 'χε μιλήσει πρῶτα.”
 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον,
δῶρα δ᾽ ἄρ᾽ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
     Αὐτὰ εἶπε, κι ὅλοι πρόθυμα συφώνησαν, καὶ στεῖλαν
καθένας ἕναν κήρυκα τὰ δῶρα νὰ τοὺς φέρη.
400τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
"Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
δώσω οἱ τόδ᾽ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
Κι ὁ Εὐρύαλος σηκώθηκε καὶ λάλησέ του κι εἶπε·
     “Ἀλκίνο, πρῶτε βασιλιά, καὶ τῶν λαῶν καμάρι,
τὸν ξένο θὰ φιλιώσω ἐγὼ καθὼς μοῦ παραγγέλνεις.
Αὐτὸ τ' ὁλόχαλκο σπαθὶ μὲ τ' ἀσημένιο χέρι,
ποὺ ἔχει καὶ νιοπριόνιστο φηκάρι φιλντισένιο,
405ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται."θὰ τοῦ τὸ δώσω, δῶρο του νὰ τό 'χη τιμημένο.”
 ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
     Εἶπε, καὶ τ' ἀργυρόδετο σπαθὶ τοῦ παραδίνει,
καὶ λάλησέ του κι εἶπε του μὲ φτερωμένα λόγια·
 "χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δ᾽ εἴ πέρ τι βέβακται
δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
     “Γειά σου, πατέρα ξενικέ, βαρὺ κι ἂ σοῦ 'πα λόγο,
οἱ ἀνέμοι νὰ τὸν πάρουνε, κι οἱ ἀθάνατοι νὰ δώσουν
410σοὶ δὲ θεοὶ ἄλοχόν τ᾽ ἰδέειν καὶ πατρίδ᾽ ἱκέσθαι
δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις."
νὰ ξαναδῆς τὴ σύγκοιτη, στὸν τόπο σου νὰ φτάσης,
ποὺ τώρα βασανίζεσαι μακριὰ ἀπὸ τοὺς δικούς σου.”
 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
"καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
     Κι ὁ Ὀδυσσέας ὁ γνωστικὸς γυρίζει καὶ τοῦ κρένει·
“Γειά σου, παιδάκι μου, κι ἐσύ, κι οἱ θεοὶ νὰ σοῦ χαρίζουν
κάθε καλό· καὶ τὸ σπαθὶ ποτὲς νὰ μὴν ποθήσης
415τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν."ἐτοῦτο ποὺ μοῦ χάρισες, μιλώντας μου μὲ γλύκα.”
 ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
δύσετό τ᾽ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
καὶ τά γ᾽ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
δεξάμενοι δ᾽ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
     Εἶπε, καὶ τ' ἀργυρόκομπο σπαθὶ κρεμάει στὸν ὦμο,
Ὡς τόσο ὁ ἥλιος ἔγειρε, κι ἦρθαν τὰ ὡραῖα δῶρα,
ποὺ τά 'φερναν οἱ κήρυκες στοῦ Ἀλκίνου τὸ παλάτι.
Οἱ γιοὶ τὰ παραλάβανε τοῦ δοξασμένου Ἀλκίνου,
420μητρὶ παρ᾽ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
τοῖσιν δ᾽ ἡγεμόνευ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
δή ῥα τότ᾽ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
καὶ στὸ πλευρὸ τῆς σεβαστῆς μητέρας τ' ἀπιθῶσαν.
Τότες πρὸς τ' ἁψηλὰ θρονιὰ ὁ ἥρωας ὁ Ἀλκίνος
κίνησε πρῶτος, κι ἤρθανε κι οἱ ἄλλοι καὶ καθίσαν.
Κι ὁ Ἀλκίνος τότε ὁ ἥρωας λάλησε τῆς Ἀρήτης·
 "δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέ᾽, ἥ τις ἀρίστη·     “Φέρε τὸ πιὸ ξεχωριστὸ σεντούκι μας γυναίκα,
425ἐν δ᾽ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ᾽ ὕδωρ,
ὄφρα λοεσσάμενός τε ἰδών τ᾽ ἐὺ κείμενα πάντα
δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδ᾽ ἔνεικαν,
δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
καὶ βάλε μέσα νιόπλυτη χλαμύδα καὶ χιτώνα.
Κατόπι βάλε χάλκωμα μὲ τὸ νερὸ νὰ βράση,
γιὰ νὰ λουστῆ, καὶ σὰν τὰ δῆ μὲ τάξη ὅλα τὰ δῶρα,
ποὺ οἱ Φαίακες οἱ διαλεχτοὶ τοῦ φέραν ἐδῶ πέρα,
νὰ κάμη κέφι τρώγοντας, κι ἀκούγοντας τραγούδι.
430καί οἱ ἐγὼ τόδ᾽ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
χρύσεον, ὄφρ᾽ ἐμέθεν μεμνημένος ἤματα πάντα
σπένδῃ ἐνὶ μεγάρῳ Διί τ᾽ ἄλλοισίν τε θεοῖσιν."
Κι ἐγὼ θὰ τοῦ χαρίσω αὐτὸ τ' ὥριο χρυσὸ ποτήρι,
νὰ μὲ θυμᾶται ὁλοζωῆς στ' ἀρχοντικό του μέσα,
στὸ Δία καὶ στοὺς ἀλλονοὺς ἀθάνατους σὰ στάζη.”
 ὣς ἔφατ᾽, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
     Εἶπε, καὶ στὶς κοπέλες της παράγγειλε ἡ Ἀρήτη,
μέσα τριπόδι ὁλόταχα πὰς στὴ φωτιὰ νὰ στήσουν.
435αἱ δὲ λοετροχόον τρίποδ᾽ ἵστασαν ἐν πυρὶ κηλέῳ,
ἔν δ᾽ ἄρ᾽ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ᾽ ὕδωρ·
τόφρα δ᾽ ἄρ᾽ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
ἐξέφερεν θαλάμοιο, τίθει δ᾽ ἐνὶ κάλλιμα δῶρα,
Κι αὐτὲς τὸ χάλκωμα ἔστησαν τὸ λουτρικὸ στὴ φλόγα,
καὶ μέσα χύσανε νερὸ, καὶ κάτου καῖγαν ξύλα.
Ζώνουν οἱ φλόγες τὴν κοιλιά, καὶ βράζει τὸ λεβέτι.
Κι ἡ Ἀρήτη λαμπροκάμωτο σεντούκι γιὰ τὸν ξένο
φέρνει ἀπομέσα κι ἔστρωσε τὰ ὡριόπλουμα τὰ δῶρα,
440ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
ἐν δ᾽ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·
φορέματα καὶ μάλαμα, ποὺ οἱ Φαίακες τοῦ δῶκαν·
ἔβαλε καὶ χλαμύδα αὐτὴ καὶ διαλεχτὸ χιτώνα,
καὶ τότες λόγια φτερωτὰ τοῦ λάλησε καὶ τοῦ εἶπε·
 "αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δ᾽ ἐπὶ δεσμὸν ἴηλον,
μή τίς τοι καθ᾽ ὁδὸν δηλήσεται, ὁππότ᾽ ἂν αὖτε
     “Ἀτός σου δὲς τὸ σκέπασμα, δέσε γερὰ τὸν κόμπο,
νὰ μὴ σοῦ τὰ πειράξη αὐτὰ κανένας στὸ ταξίδι,
445εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ."στὸ πλοῖο τὸ μαυρόπλευρο ποὺ θὰ γλυκοκοιμᾶσαι.”
 αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
αὐτίκ᾽ ἐπήρτυε πῶμα, θοῶς δ᾽ ἐπὶ δεσμὸν ἴηλεν
ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
αὐτόδιον δ᾽ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
     Κι αὐτὰ σὰν ἄκουσε ὁ τρανός, πολύπαθος Δυσσέας,
ταιριάζοντας τὸ σκέπασμα γερόδεσε τὸν κόμπο,
μὲ τέχνη, ὅπως τὸν ἔμαθε ἡ δοξασμένη ἡ Κίρκη.
Τότες σεμνὴ κελάρισσα τὸν κάλεσε νὰ σύρη
450ἔς ῥ᾽ ἀσάμινθον βάνθ᾽· ὁ δ᾽ ἄρ ἀσπασίως ἴδε θυμῷ
θερμὰ λοέτρ᾽, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
τὸν δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
πρὸς τὸ λουτρό, κι αὐτὸς ζεστὸ νερὸ σὰν εἶδε μέσα,
τὸ χάρηκε, τὶ νοιάσιμο δὲν εἶχε τὸ κορμί του
ἀπ' τὸν καιρὸ ποὺ τῆς λαμπρῆς θεᾶς τὸ σπήλιο ἀφῆκε,
πού 'χε κάθε λογῆς καλά, καὶ σὰ θεὸς περνοῦσε.
Κι οἱ κόρες σὰν τὸν ἔλουσαν καὶ λάδι τὸν ἀλεῖψαν,
455ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
ἔκ ῥ᾽ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
θαύμαζεν δ᾽ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
τοῦ φόρεσαν ὡριόπλουμη χλαμύδα καὶ χιτώνα·
καὶ βγαίνοντας ἀπ' τὸ λουτρὸ ξεκίναε στοὺς λεβέντες
ποὺ πίνανε. Κι ἡ Ναυσικᾶ μὲ κάλλη θεοσταλμένα,
κοντὰ στῆς καλοκάμωτης σκεπῆς τὸ στῦλο στάθη,
καὶ θάμαζε κατάματα τὸν Ὀδυσσέα τηρώντας,
460καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·καὶ μὲ δυὸ λόγια φτερωτὰ τοῦ λάλησε καὶ τοῦ εἶπε·
 "χαῖρε, ξεῖν᾽, ἵνα καί ποτ᾽ ἐὼν ἐν πατρίδι γαίῃ
μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγρι᾽ ὀφέλλεις."
     “Γειά σου, χαρά σου, ξένε μου, καὶ σὰ βρεθῆς στὴ γῆς σου
νὰ μὲ θυμᾶσαι, ποὺ τὴ ζωὴ χρωστᾶς σ' ἐμένα πρώτη.”
 τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
"Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
     Καὶ γύρισε ὁ τετράξυπνος Δυσσέας καὶ τῆς εἶπε·
“Ὦ Ναυσικᾶ, τοῦ ἀντρόψυχου τοῦ Ἀλκίνου θυγατέρα,
465οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
οἴκαδέ τ᾽ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοᾐμην
αἰεὶ ἤματα πάντα· σὺ γάρ μ᾽ ἐβιώσαο, κούρη."
νὰ δώση ὁ Δίας ὁ βροντηχτής, ὁ σύγκλινος τῆς Ἥρας,
στὴ γῆς μου νά 'ρθω, νὰ χαρῶ τοῦ γυρισμοῦ τὴ μέρα,
καὶ τότε ὁλοχρονὶς ἐγὼ σὰ θεὰ θὰ σὲ δοξάζω,
ποὺ ἀλήθεια ἐσὺ, παρθένα μου, τὴ ζωὴ μοῦ 'χεις σωσμένη.”
 ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρ᾽ Ἀλκίνοον βασιλῆα·     Αὐτὰ εἶπε, καὶ θρονιάστηκε σιμὰ στὸ ρήγα Ἀλκίνο.
470οἱ δ᾽ ἤδη μοίρας τ᾽ ἔνεμον κερόωντό τε οἶνον.
κῆρυξ δ᾽ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δ᾽ ἄρ᾽ αὐτὸν
μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
Καὶ τὸ φαῒ ἐκεῖ μοίραζαν, καὶ τὸ κρασί τους σμίγαν.
Ἔφερε τότε ὁ κήρυκας καὶ τὸν τραγουδιστή τους,
τὸ λατρευτὸ Δημόδοκο, τὸν πολυτιμημένο,
καταμεσὶς τὸν κάθισε τῶν ἄλλων, καὶ σὲ στῦλο
ἀκούμπησέ τον ἁψηλό. Κι ὁ θεόξυπνος Δυσσέας
475νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
ἀργιόδοντος ὑός, θαλερὴ δ᾽ ἦν ἀμφὶς ἀλοιφή·
στὸν κήρυκα γυρίζοντας τοῦ μίλησε καὶ τοῦ 'πε,
ἀφοῦ ἀπὸ ράχη ἀσπρόδοντου ἀγριόχοιρου κομμάτι
γεμάτο πάχος τοῦ 'κοψε, κι ἔμνησκε κι ἄλλο ἀκόμα·
 "κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
     “Νὰ, κράχτη, τοῦ Δημόδοκου νὰ δώσης γιὰ προσφάγι,
ποὺ γκαρδιακὰ τὸν χαιρετῶ, κι ἂς εἶμαι καὶ θλιμμένος.
Σ' ὅλον τὸν κόσμο τοὺς τιμοῦν τοὺς ψάλτες οἱ ἀνθρῶποι,
480τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ᾽ ἄρα σφέας
οἴμας μοῦσ᾽ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν."
τὶ ἡ θεία ἡ Μοῦσα τὰ γλυκὰ τοὺς δίδαξε τραγούδια,
ἀγάπη πάντα δείχνοντας ξεχωριστὴ σ' ἐτούτους.”
 ὣς ἄρ᾽ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
ἥρῳ Δημοδόκῳ· ὁ δ᾽ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
     Εἶπε, καὶ στοῦ Δημόδοκου τὰ χέρια τὸ ἀπιθώνει
ὁ κράχτης, καὶ τὸ δέχτηκε χαρούμενος ἐκεῖνος.
Τὰ χέρια τότε ὅλοι ἅπλωναν στὰ καλοφάγια ὀμπρός τους.
485αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·
Κι ἀπὸ πιοτὸ κι ἀπὸ φαῒ σὰ φράνθηκε ἡ καρδιά τους,
τότε εἶπε τοῦ Δημόδοκου ὁ πολύξυπνος Δυσσέας·
 "Δημόδοκ᾽, ἔξοχα δή σε βροτῶν αἰνίζομ᾽ ἁπάντων.
ἢ σέ γε μοῦσ᾽ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γ᾽ Ἀπόλλων·
λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
     “Ἐσένα ἀπ' ὅλους τοὺς θνητούς, Δημόδοκε, δοξάζω.
Γιά ἡ κόρη τοῦ Δία σ' ἔμαθε ἡ Μοῦσα, γιά κι ὁ Φοῖβος,
καὶ τὰ δεινὰ τῶν Ἀχαιῶν μὲ τόση τέχνη ψέλνεις,
490ὅσσ᾽ ἔρξαν τ᾽ ἔπαθόν τε καὶ ὅσσ᾽ ἐμόγησαν Ἀχαιοί,
ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
ἀλλ᾽ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
ὅν ποτ᾽ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
τὰ ὅσα πράξαν κι ἔπαθαν καὶ τράβηξαν ἐκεῖνοι·
κἂν ὁ ἴδιος ἐκεῖ βρέθηκες, κἂν τ' ἄκουσες ἀπ' ἄλλους.
Τώρα ἔλα, σὲ ἄλλο πέρασε, καὶ τ' ἄλογο δηγήσου
τὸ ξύλινο ποὺ ὁ Ἐπειὸς κι ἡ Ἀθηνᾶ σκαρῶσαν,
καὶ ποὺ μὲ δόλο τό 'φερε στὸ κάστρο ὁ Ὀδυσσέας,
495ἀνδρῶν ἐμπλήσας οἵ ῥ᾽ Ἴλιον ἐξαλάπαξαν.
αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
αὐτίκ᾽ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν."
ὣς φάθ᾽, ὁ δ᾽ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δ᾽ ἀοιδήν,
ἄντρες γεμάτο, καὶ μ' αὐτὸ κουρσέψαν τὴν Τρωάδα.
Ἂ μᾶς τὰ δηγηθῆς κι αὐτὰ σωστὰ μὲ τὴ σειρά τους,
σ' ὅλο τὸν κόσμο τότε ἐγὼ γιὰ πάντα θὰ τὸ κρένω,
πὼς ὁ θεὸς σοῦ χάρισε τοῦ τραγουδιοῦ τὸ μάγιο.”
Εἶπε, κι αὐτὸς μὲ τὸ θεὸ ἀρχινώντας, τραγουδοῦσε
500ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
Ἀργεῖοι, τοὶ δ᾽ ἤδη ἀγακλυτὸν ἀμφ᾽ Ὀδυσῆα
ἥατ᾽ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
τὴν ἱστορία πιάνοντας ἐκεῖ ποὺ τὶς σκηνές τους
κάψαν, καὶ μπῆκαν, φύγανε οἱ Ἀργῖτες μὲ τὰ πλοῖα,
μ' ἄλλοι τους μείνανε μαζὶ μὲ τὸν τρανὸ Ὀδυσσέα,
στὴ χώρα τῶν Τρωαδιτῶν μὲς στ' ἄλογο κρυμμένοι,
τὶ οἱ Τρωαδῖτες ἴδιοι τους τὸ τράβηξαν στὸ κάστρο.
505ὣς ὁ μὲν ἑστήκει, τοὶ δ᾽ ἄκριτα πόλλ᾽ ἀγόρευον
ἥμενοι ἀμφ᾽ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπ᾽ ἄκρης,
ἢ ἐάαν μέγ᾽ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
Τ' ἄλογο στέκονταν ἐκεῖ, κι αὐτοὶ πολλὰ λαλοῦσαν
τριγύρω του· κι ἤτανε τρεῖς οἱ γνῶμες μεταξύ τους·
τὸ κούφιο ξύλο ἢ μὲ γερὸ νὰ σκίσουνε πελέκι,
ἢ νὰ τὸ σύρουν κάτακρα νὰ πέση ἀπὰς στὰ βράχια,
ἢ νὰ τ' ἀφήσουνε ἱερὸ γιὰ τοὺς θεοὺς μνημεῖο·
510τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
δουράτεον μέγαν ἵππον, ὅθ᾽ ἥατο πάντες ἄριστοι
Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
ἤειδεν δ᾽ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
κι αὐτὸ στὸ τέλος ἔγινε· γιατ' ἤτανε τῆς μοίρας,
ἡ χώρα νὰ ξολοθρευτῆ, σὰν παραλάβη μέσα
μεγάλο ξύλινο ἄλογο ποὺ ὅλους τοὺς πρώτους κλειοῦσε
Ἀργῖτες, πὄφερναν κακὸ καὶ φόνο στοὺς Τρωαδῖτες.
Κι ἔψελνε πῶς τὴ ρήμαξαν οἱ Ἀχαιοὶ τὴ χώρα,
515ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
ἄλλον δ᾽ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
βήμεναι, ἠύτ᾽ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
ἀπὸ τὰ μέσα τὰ βαθιὰ χουμίζουντας τοῦ ἀλόγου.
Κι ἔψελνε πῶς διαγούμιζαν ἄλλος ἀλλοῦ τὴ χώρα,
πῶς ὁ Ὀδυσσέας ξεκίνησε στὸν πύργο τοῦ Δῃφόβου
μαζὶ μὲ τὸν ἰσόθεο Μενέλαο σὰν Ἄρης,
κι ἐκεῖ, λέει, ἔπιασε βαρειὰ καὶ λυσσασμένη ἀμάχη,
520νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.κι ἡ μεγαλόκαρδη Ἀθηνᾶ τοῦ χάρισε τὴ νίκη.
 ταῦτ᾽ ἄρ᾽ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
τήκετο, δάκρυ δ᾽ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
     Αὐτὰ τραγούδαε ὁ ξακουστὸς ὁ ψάλτης· κι ὁ Ὀδυσσέας
ἔλυωνε, καὶ τὰ δάκρυα στὰ μάγουλά του τρέχαν.
Κι ὅπως γυναίκα κλαίγοντας ἀπάνω ἀπ' τὸν καλό της,
ποὺ ὀμπρὸς σὲ χώρα καὶ στρατὸ λαβώθηκε καὶ πέφτει,
525ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
ἀμφ᾽ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τ᾽ ὄπισθε
κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
εἴρερον εἰσανάγουσι, πόνον τ᾽ ἐχέμεν καὶ ὀιζύν·
νὰ σώση πόλη καὶ στρατὸ ἀπὸ τὴ μαύρη μέρα,
θωρώντας τον νὰ σπαρταράη στὸ ψυχομαχητό του,
τὸν ἀγκαλιάζει, καὶ πικρὰ μοιρολογάει, κι οἱ ἄλλοι
τὴ ράχη καὶ τοὺς ὤμους της χτυπώντας μὲ κοντάρια,
τὴ σέρνουν ὅπου βάσανα σκλαβιᾶς τὴν περιμένουν,
530τῆς δ᾽ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβεν.
ἔνθ᾽ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ᾽ ἠδ᾽ ἐνόησεν,
ἥμενος ἄγχ᾽ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
κι αὐτῆς πικρὸς ψυχόπονος τὴν ὄψη της μαραίνει·
ἔτσι πικρὰ κατέβαιναν τὰ δάκρυα τοῦ Ὀδυσσέα.
Στοὺς ἄλλους κι ἂ δὲ φαίνουνταν, μὰ τά 'νιωθε ὁ Ἀλκίνος,
ποὺ ἦταν σιμά του, κι ἄκουγε τὸ βαριοστέναγμα του.
Καὶ στοὺς καλοὺς θαλασσινοὺς τοὺς Φαίακες τότε εἶπε·
535αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
Δημόδοκος δ᾽ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδ᾽ ἀείδει.
ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
     “Ἀκοῦστε με ὅλοι, ὦ προεστοὶ κι ἀρχόντοι τῶ Φαιάκων
ἂς πάψη πιὰ ὁ Δημόδοκος τὴ βροντερὴ τὴ λύρα,
τὶ αὐτὰ ποὺ μᾶς τραγούδησε δὲν τὰ χαρῆκαν ὅλοι.
Ἀφότου ἐδῶ καθίσαμε κι ἄρχισ' ὁ θεῖος ὁ ψάλτης,
540ἐκ τοῦ δ᾽ οὔ πω παύσατ᾽ ὀιζυροῖο γόοιο
ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
ἀλλ᾽ ἄγ᾽ ὁ μὲν σχεθέτω, ἵν᾽ ὁμῶς τερπώμεθα πάντες,
ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
εἵνεκα γὰρ ξείνοιο τάδ᾽ αἰδοίοιο τέτυκται,
δὲν παύει μὲ παράπονο πικρὸ νὰ κλαίγη ὁ ξένος·
πόνος μεγάλος τὴν ψυχὴ τοῦ θλίβει δίχως ἄλλο.
Λοιπὸν νὰ πάψη ὁ ψάλτης μας γιὰ νὰ χαιρώμαστε ὅλοι,
κι ἐμεῖς ποὺ τὸν φιλεύουμε, κι ὁ ξένος, εἶναι κάλλιο·
τὶ ὅλα γιὰ χάρη γένηκαν τοῦ σεβαστοῦ μας ξένου,
545πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
ἀντὶ κασιγνήτου ξεῖνός θ᾽ ἱκέτης τε τέτυκται
ἀνέρι, ὅς τ᾽ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
ὅττι κέ σ᾽ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
ποὺ δῶρα τοῦ χαρίσαμε, καὶ ποὺ τὸν προβοδοῦμε.
Εἶναι σὰν ἴδιος ἀδερφὸς ὁ ξένος πού προσπέφτει
στὸν ἄντρα ποὺ σταλαματιὰ τοῦ μνήσκει νοῦς ἀκόμα,
Ὅμως κι ἐσὺ μὴμ πολεμᾶς μὲ τέχνες νὰ μᾶς κρύβης
ὅσα ρωτήξω· φανερὰ καλύτερ' ἂς τὰ λέμε.
550εἴπ᾽ ὄνομ᾽ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
ἄλλοι θ᾽ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστ᾽ ἀνθρώπων,
οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
ἀλλ᾽ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
Πὲς τ' ὄνομα ποὺ σ' ἔκραζαν ἐκεῖ κάτω οἱ γονιοί σου,
κι οἱ ἄλλοι μὲς στὸν τόπο σας, κι ἡ γειτονιὰ τριγύρω.
Τὶ δίχως ὄνομα μαθὲς κανένας δὲν ὑπάρχει·
μιὰ καὶ στὸν κόσμο γεννηθοῦν, κακοί, καλοί, τοὺς βγάζουν
καὶ τ' ὄνομά τους οἱ γονιοί. Καὶ τὴν πατρίδα πές μας,
555εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
οὐδέ τι πηδάλι᾽ ἔστι, τά τ᾽ ἄλλαι νῆες ἔχουσιν·
ἀλλ᾽ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
τὴ χώρα σου, τὸ δῆμο σου, νὰ νιώσουν τὰ καράβια,
νὰ βάλουν πλώρη κατακεῖ, ταξίδι σὰ σὲ πάρουν.
Γιατὶ δὲν ταξιδεύουνε οἱ Φαίακες μὲ ποδότες,
μηδ' ἔχουν τὰ καράβια τους τιμόνια, καθὼς τ' ἄλλα,
παρὰ μονάχα τους τὸ νοῦ μαντεύουνε τοῦ ἀνθρώπου,
560καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
ἀνθρώπων, καὶ λαῖτμα τάχισθ᾽ ἁλὸς ἐκπερόωσιν
ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
οὔτε τι πημανθῆναι ἔπι δέος οὔτ᾽ ἀπολέσθαι.
ἀλλὰ τόδ᾽ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
κι ὅλων τὶς χῶρες ξέρουνε καὶ τὰ παχιὰ χωράφια·
κι ὁλόταχα περνοῦν καὶ πᾶν στῆς θάλασσας τὰ πλάτια,
σὲ ἀντάρα καὶ σὲ σύννεφα κρυμμένα· καὶ δὲν ἔχουν
κανένα φόβο ἢ νὰ χαθοῦν ἢ νὰ βλαφτοῦν ποτές τους.
Αὐτὸ ἐγὼ κάποτε ἄκουσα καὶ ξέρω ἀπ' τὸ γονιό μου
565Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάων᾽ ἀγάσασθαι
ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
ῥαισέμεναι, μέγα δ᾽ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
Ναυσίθο. πὼς περίσσια ἐμᾶς ζουλεύει ὁ Ποσειδώνας,
ποὺ ὅλους ἐμεῖς ἀπείραχτοι στὴ γῆ τους προβοδᾶμε.
Κι εἶπε πὼς κάποιο Φαιακινὸ καλόφτιαστο καράβι,
ποὺ θά 'ρθη ἀπὸ προβόδημα στὰ θαμπερὰ πελάγη,
θὰ σπάση, καὶ στὴ χώρα μας βουνὸ θὰ ρίξη γύρω.
570ὣς ἀγόρευ᾽ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
ἤ κ᾽ ἀτέλεστ᾽ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
ἀνθρώπων, αὐτούς τε πόλιάς τ᾽ ἐὺ ναιετοώσας,
Αὐτά 'πε ὁ γέρος κι ὁ θεὸς ἢ θὰ μᾶς τὰ τελέση,
ἢ ἀτέλεστα θὰ μείνουνε, καθὼς αὐτὸς βουλιέται.
Μὰ πές μου τώρα ξάστερα, καὶ ξήγησέ μου κι ἄλλο,
τοὺς τόπους ποὺ πλανήθηκες, τὶς ξενιτειες ποὺ πῆγες,
τὶς χῶρες τὶς καλόχτιστες, καὶ ποιοί 'ναι οἱ κάτοικοί τους,
575ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
εἰπὲ δ᾽ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
Ἀργείων Δαναῶν ἠδ᾽ Ἰλίου οἶτον ἀκούων.
τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δ᾽ ὄλεθρον
καὶ ποιοί τους ἦταν δύσκολοι κι ἄγριοι κι ἀδικοπράχτες,
καὶ ποιοί ἤτανε φιλόξενοι, μὲ θεοφοβιὰ στὸ νοῦ τους.
Πὲς καὶ γιατὶ θρηνολογᾶς καὶ κλαῖς μὲς στὴν ψυχή σου,
τῶν Ἀργιτῶν σὰν ἀκοῦς τὰ πάθια καὶ τοῦ Ἴλιου.
Αὐτὰ οἱ θεοὶ τὰ κάμανε, καὶ κλῶσαν τῶν ἀνθρώπων
580ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
κήδιστοι τελέθουσι μεθ᾽ αἷμά τε καὶ γένος αὐτῶν;
ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
ξολοθρεμό, νὰ τά 'χουνε οἱ κατοπινοὶ τραγούδι.
Ἢ τάχα στοῦ Ἵλιου νά 'πεσε τὰ τείχη συγγενής σου,
γαμπρὸς ἢ πεθερός; — ποὺ αὐτοὶ πιὸ κοντινοὶ περνοῦνε
ἀπ' τὸ δικό μας ὕστερα τὸ αἶμα καὶ τὴ φύτρα·
ἢ κάποιος βλάμης γκαρδιακὸς καὶ μὲ περίσσια γνώση;
585ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ."

<<τό διαβάσαμε εδώ>>
-------------------------------------
 ΤηΛεΓρΑφΟς = Ορισμένα αναρτώμενα από το διαδίκτυο κείμενα ή εικόνες (με σχετική σημείωση της πηγής), θεωρούμε ότι είναι δημόσια. Αν υπάρχουν δικαιώματα συγγραφέων, παρακαλούμε ενημερώστε μας για να τα αφαιρέσουμε. Επίσης σημειώνεται ότι οι απόψεις του ιστολόγιου μπορεί να μην συμπίπτουν με τα περιεχόμενα του άρθρου. Για τα άρθρα που δημοσιεύονται εδώ, ουδεμία ευθύνη εκ του νόμου φέρουμε καθώς απηχούν αποκλειστικά τις απόψεις των συντακτών τους και δεν δεσμεύουν καθ’ οιονδήποτε τρόπο το ιστολόγιο.
γιατὶ πιὸ λίγο ἀπ' ἀδερφὸς αὐτὸς θαρρῶ δὲν εἶναι.”

Σχόλια

(Εδώ Κλίκ)*** Επιλέξτε αναρτήσεις ανά Εβδομάδα*** (κλίκ εδώ)

Εμφάνιση περισσότερων

Δημοφιλείς αναρτήσεις

ΤΑ ΣΥΝΤΑΓΜΑΤΙΚΑ ΔΙΚΑΙΩΜΑΤΑ ΠΟΥ ΠΡΕΠΕΙ ΝΑ ΓΝΩΡΙΖΟΥΝ ΟΛΟΙ ΟΙ ΓΟΝΕΙΣ ΓΙΑ ΤΑ ΠΑΙΔΙΑ ΤΟΥΣ ΣΤΟ ΣΧΟΛΕΙΟ ΚΑΙ ΤΟΥΣ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣ...!!!

Επιστροφή